Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.110 | Dem. 21.114 (English) | >>Dem. 21.116 |
21.112εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ , οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων , ὦ ἄνδρες Ἀθηναῖοι , πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν , οὐ μέτεστιν , οὔ · ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν , οὓς ἂν αὐτοὶ βούλωνται , δίδονται , καὶ τἀδικήμαθʼ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρʼ ἀφικνεῖται , τῶν δʼ ἄλλων ἡμῶν ἕκαστος , ἄν τι συμβῇ , πρόσφατος κρίνεται . καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθʼ ἡμῶν εὐτρεπεῖς · ἐμοὶ δʼ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτʼ ἐνίους .
21.113ταῦτα μὲν οὖν ἀπείποι τις ἄν , οἶμαι , θρηνῶν . τὸν δὲ νόμον μοι λέγʼ ἐφεξῆς , ὥσπερ ἠρξάμην . λέγε .οὕτω τοίνυν οὗτός ἐστʼ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι , εἰ δʼ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα , ἀλλʼ οὐδʼ ὁτιοῦν διορίζων , ὥστʼ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμʼ ἐπαγαγών , εἴασε μέν μʼ εἰσιτητήριʼ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως ,
Νόμος
ἐάν τις Ἀθηναίων λαμβάνῃ παρά τινος ,ἢ αὐτὸς διδῷ ἑτέρῳ ,ἢ διαφθείρῃ τινὰς ἐπαγγελλόμενος ,ἐπὶ βλάβῃ τοῦ δήμου ἢ ἰδίᾳ τινὸς τῶν πολιτῶν ,τρόπῳ ἢ μηχανῇ ᾑτινιοῦν ,ἄτιμος ἔστω καὶ παῖδες καὶ τὰ ἐκείνου .
21.114
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.110 | Dem. 21.114 (English) | >>Dem. 21.116 |